Chambry 105
Chambry 105.1
Ἔλαφος καὶ λέων <ἐν σπηλαίῳ> – La biche et le lion dans un antre.
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐν ᾧ λέων ἦν, καὶ ἐνταῦθα εἰσῄει κρυϐησομένη. Συλληφθεῖσα δὲ ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη ἔφη· « Βαρυδαίμων ἔγωγε, ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ ἐνεχείρισα. »
Οὕτως ἔνιοι τῶν ἀνθρώπων διὰ▶ φόϐον ἐλάττονος εἰς κίνδυνον μείζονα ἑαυτοὺς ἐμϐάλλουσιν.
Une biche poursuivie par des chasseurs arriva à l’entrée d’un antre où se trouvait un lion. Elle y entra pour s’y cacher ; mais elle fut prise par le lion et, tandis qu’il la tuait, elle s’écria : « Malheureuse que je suis ! en fuyant les hommes, je me suis jetée dans les pattes d’une bête féroce. »
Ainsi parfois les hommes, par crainte d’un moindre danger, se jettent dans un plus grand.
Chambry 105.2
Aliter — Autre version.
Ἔλαφος κυνηγοὺς φεύγουσα ἐγένετο κατά τι σπήλαιον, ἐφ’ ᾧ λέων ἦν κατοικούμενος, καὶ ἐνταῦθα εἰσιοῦσα καὶ νομίζουσα κρυϐῆναι συνελήφθη ὑπὸ τοῦ λέοντος καὶ ἀναιρουμένη πρὸς ἑαυτὴν ἔφη· « Δειλαία ἔγωγε ἥτις ἀνθρώπους φεύγουσα ἐμαυτὴν θηρίῳ παρέδωκα. »
Οὕτως οἱ τῶν ἀνθρώπων παῖδες ◀διὰ φόϐον ἐλάττονος κινδύνου ἑαυτοὺς εἰς μεῖζον κακὸν ἐμϐάλλουσιν.
Chambry 105.3
Aliter — Autre version.
Ἔλαφος κυνηγοὺς φεύγουσα εἰς ἄντρον εἰσέδυ· λέοντι δ’ ἐκεῖ περιτυχοῦσα ὑπ’ αὐτοῦ συνελήφθη· θνῄσκουσα δ’ ἔλεγεν· « Οἴμοι ὅτι ἀνθρώπους φεύγουσα τῷ τῶν θηρίων ἀγριωτάτῳ περιέπεσον. »
Ὁ μῦθος δηλοῖ ὅτι πολλοὶ τῶν ἀνθρώπων μικροὺς κινδύνους φεύγοντες μεγάλων ἐπειράθησαν.