Chambry 78
Chambry 78.1
Γέρων καὶ▶ θάνατος — Le vieillard et la mort.
Γέρων ποτὲ ξύλα κόψας ◀καὶ▶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε. Διὰ δὲ τὸν κόπον τῆς ὁδοῦ ἀποθέμενος τὸ φορτίον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος ◀καὶ▶ πυθομένου δι’ ἣν αἰτίαν αὐτὸν παρακαλεῖται, ὁ γέρων ἔφη· « Ἴνα τὸ φορτίον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος, [ἐν τῷ βίῳ] κἂν δυστυχῇ.
Un jour un vieillard, ayant coupé du bois, le chargea sur son dos. Il avait un long trajet à faire. Fatigué par la marche, il déposa son fardeau et il appela la Mort. La Mort parut et lui demanda pour quel motif il l’appelait. Le vieillard répondit : « C’est pour que tu me soulèves mon fardeau… »
Cette fable montre que tous les hommes sont attachés à l’existence, même s’ils ont une vie misérable.
Chambry 78.2
Aliter — Autre version.
Γέρων ποτὲ ξύλα κόψας ◀καὶ▶ ταῦτα φέρων πολλὴν ὁδὸν ἐϐάδιζε, ◀καὶ▶ διὰ τὸν πολὺν κόπον ἀποθέμενος ἐν τόπῳ τινὶ τὸν φόρτον, τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου παριόντος ◀καὶ▶ πυνθανομένου τὴν αἰτίαν δι’ ἣν αὐτὸν ἐκάλει, δειλιάσας ὁ γέρων ἔφη· « Ἴνα μου τὸν φόρτον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ ◀καὶ▶ δυστυχεῖ ◀καὶ▶ πτωχός ἐστι.
Chambry 78.3
Aliter — Autre version.
Γέρων ποτὲ εἰς ὄρος ἀναϐάς, ξύλα κόψας, ταῦτα ἔφερε πολλὴν ὁδὸν βαδίζων. Κοπιάσας δὲ ◀καὶ▶ τὸ φορτίον ἀποθέμενος, οἰμώξας τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ παραυτίκα ἐπισταθέντος αὐτῷ ◀καὶ▶ πυνθανομένου δι’ ἣν αἰτίαν ἐπεκαλέσατο αὐτόν, ἔφη ὁ γέρων· « Ἵνα τὸ φορτίον ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, κἂν λίαν δυστυχῇ.
Chambry 78.4
Aliter — Autre version.
Γέρων ποτὲ ξύλα κόψας ◀καὶ▶ ταῦτα ἐπὶ τῶν ὤμων ἄρας πολλὴν ἐϐάδισεν ὁδόν. Κεκοπιακὼς δὲ ◀καὶ▶ ἀποθέμενος τὸν φόρτον τὸν Θάνατον ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου φανέντος ◀καὶ▶ πυνθανομένου δι’ ἣν αἰτίαν αὐτὸν ἐπεκαλεῖτο, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον μοι ἄρῃς. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλοζωεῖ, εἰ ◀καὶ▶ δυστυχεῖ λίαν, κἂν ◀καὶ▶ μυρίους κινδύνους ὑποστῇ.
Chambry 78.5
Aliter — Autre version.
Γέρων ποτὲ ξυλὰ τεμὼν ἐξ ὄρους κἀπὶ τῶν ὤμων ἀράμενος, ἐπειδὴ πολλὴν ὁδὸν ἐπηχθισμένος ἐϐάδισεν, ἀπειρηκὼς ἀπέθετό τε τὰ ξύλα ◀καὶ▶ τὸν Θάνατον ἐλθεῖν ἐπεκαλεῖτο. Τοῦ δὲ Θανάτου εὐθὺς ἐπιστάντος ◀καὶ τὴν αἰτίαν πυνθανομένου δι’ ἣν αὐτὸν καλοίη, ὁ γέρων ἔφη· « Ἵνα τὸν φόρτον τοῦτον ἄρας ἐπιθῇς μοι. »
Ὁ μῦθος δηλοῖ ὅτι πᾶς ἄνθρωπος φιλόζωος ὤν, κἂν μυρίοις κινδύνοις περιπεσὼν δοκῇ θανάτου ἐπιθυμεῖν, ὅμως τὸ ζῆν πολὺ πρὸ τοῦ θανάτου αἱρεῖται.