Chambry 58
Chambry 58.1
Ἄνθρωπος καὶ ἀλώπηξ — L’homme et le renard.
Ἀλώπεκά τις ἐχθρὰν ἔχων ὡς βλάπτουσαν αὐτόν, κρατήσας καὶ θέλων ἐπὶ πολὺ τιμωρήσασθαι, στυππεῖα ἐλαίῳ βεϐρεγμένα τῆ οὐρᾷ προσδήσας ὑφῆψε. Ταύτην δὲ δαίμων εἰς τὰς▶ ἀρούρας τοῦ βαλόντος ὡδήγει· ἦν δὲ καιρὸς τοῦ ἀμήτου. Ὁ δὲ ἠκολούθει θρηνῶν μηδὲν θερίσας.
Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις βλάϐη γίνεται μεγάλη τοῖς δυσοργήτοις.
Un homme avait de la rancune contre un renard qui lui causait des dommages. Il s’en empara, et pour en tirer une ample vengeance, il lui attacha à la queue de l’étoupe imbibée d’huile, et y mit le feu. Mais un dieu fit aller le renard dans les champs de celui qui l’avait lancé. Or c’était le temps de la moisson, et l’homme suivait, en déplorant sa récolte perdue.
Il faut être indulgent, et ne pas s’emporter sans mesure ; car il arrive souvent que la colère cause de grands dommages aux gens irascibles.
Chambry 58.2
Aliter — Autre version.
Ἀνήρ τις ἐχθραίνων ἀλώπεκι διά τινα ταύτης ῥᾳδιουργίαν, ἐπὶ πολὺ ταύτην, μετὰ τὸ κατασχεῖν, τιμωρῆσαι ἐμηχανήσατο καὶ στυππεῖον ἐλαίῳ βαπτίσας, τῇ κέρκῳ ταύτης προσδήσας ὑφῆψε πυρί. Ταύτην δὲ ὁ δαίμων εἰς ◀τὰς ἀρούρας τοῦ ποινητῆρος καὶ τοὺς ἄγρους καθωδήγησεν, ἃ δὴ καὶ κατέκαυσεν· ὥρα γὰρ ἦν θέρους ἀκμαιότητος. Ἠκολούθει τοίνυν αὐτῇ βοῶν ὁ ταλαίπωρος ἑαυτόν τε ὁδυρόμενος καὶ τῆς οἰκείας ἐπινοίας καταμεμφόμενος.
Ὅτι πρᾷον εἶναι χρὴ καὶ μὴ ἀμέτρως θυμοῦσθαι· ἐξ ὀργῆς γὰρ πολλάκις μεγίστη βλάϐη τοῖς δυσοργίστοις ἐγγίνεται.