Chambry 34
Chambry 34.1
Ἀλώπηξ καὶ δρυτόμος — Le renard et le bûcheron.
Ἀλώπηξ κυνηγοὺς φεύγουσα, ὡς ἐθεάσατό τινα δρυτόμον, τοῦτον ἱκέτευσε κατακρύψαι αὐτήν. Ὁ δὲ αὐτῇ παρῄνεσεν εἰς τὴν ἑαυτοῦ καλύϐην εἰσελθοῦσαν κρυϐῆναι. Μετ’ οὐ πολὺ δὲ παραγενομένων τῶν κυνηγῶν καὶ τοῦ δρυτόμου πυνθανομένων εἰ τεθέαται ἀλώπεκα τῇδε παριοῦσαν, ἐκεῖνος τῇ μὲν▶ φωνῇ ἠρνεῖτο ἑωρακέναι, τῇ δὲ χειρὶ νεύων ἐσήμαινεν ὅπου κατεκρύπτετο. Τῶν δὲ οὐχ οἷς ἔνευε προσσχόντων, οἷς δὲ ἔλεγε πιστευσάντων, ἡ ἀλώπηξ ἰδοῦσα αὐτοὺς ἀπαλλαγέντας ἐξελθοῦσα ἀπροσφωνητὶ ἐπορεύετο. Μεμφομένου δὲ αὐτὴν τοῦ δρυτόμου, εἴγε διασωθεῖσα ὑπ’ αὐτοῦ, ἀλλ’ οὐδὲ διὰ φωνῆς αὐτῷ ἐμαρτύρησεν, ἔφη· « Ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »
Τούτῳ τῷ λόγῳ χρήσαιτο ἄν τις πρὸς ἐκείνους τοὺς ἀνθρώπους τοὺς χρηστὰ ◀μὲν▶ σαφῶς ἐπαγγελλομένους, δι’ ἔργων δὲ φαῦλα δρῶντας.
Un renard qui fuyait devant des chasseurs aperçut un bûcheron, et le supplia de lui trouver une cachette. Celui-ci l’engagea à entrer dans sa cabane et à s’y cacher. Quelques instants après les chasseurs arrivèrent et demandèrent au bûcheron s’il n’avait pas vu un renard passer par là. De la voix il répondit qu’il n’en avait pas vu ; mais de la main il fit un geste pour indiquer où il était caché. Les chasseurs ne prirent pas garde au geste, mais s’en rapportèrent aux paroles ; et le renard, les voyant s’éloigner, sortit et s’en alla sans mot dire. Comme le bûcheron lui reprochait que, sauvé par lui, il ne lui témoignait même pas d’un mot sa reconnaissance, le renard répondit : « Je t’aurais dit merci, si tes gestes et tes procédés s’accordaient avec tes discours. »
On pourrait appliquer cette fable aux hommes qui font hautement profession de vertu et en fait se conduisent en coquins.
Chambry 34.2
Aliter — Ἀλώπηξ καὶ δρυοτόμος.
Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρήμῳ πολλῇ τὸν δρόμον ἀνύουσα, αὐτίκα ἄνδρα εὑρίσκει δρυοτόμον ἐνταῦθα, ὃν καὶ καθικέτευε τοῦ κρύψαι αὐτήν. Ὁ δὲ ὑπέδειξεν αὐτῇ τὴν ἑαυτοῦ καλύϐην. Ἡ δὲ εἰσελθοῦσα ἐκρύπτετο ἐν γωνίᾳ. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, τῇ ◀μὲν▶ φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυεν. Αὐτοὶ δὲ μὴ προσέχοντες ἀπῆλθον παραχρῆμα. Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ ἀπελθόντας, ἐξῆλθεν <οὐ> προσφωνοῦσα. Ἐμέμφετο δὲ αὐτὴν ὁ ἄνθρωπος ἐκεῖνος, λέγων· « Δι’ ἐμοῦ πάντως ἐσώθης καὶ χάριν μοι οὐκ ἔχεις. » Ἡ δὲ ἀλώπηξ ἐπαναστραφεῖσα εἶπε πρὸς αὐτόν· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ηὐχαρίστησα ἄν σοι, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »
Ὁ λόγος πρὸς ἐκείνους τοὺς ἀνθρώπους, τοὺς χρηστὰ ◀μὲν▶ ἐπαγγελλομένους διὰ λόγων, δι’ ἔργων δὲ φαῦλα ποιοῦντας.
Chambry 34.3
Aliter — Autre version
Ἀλώπηξ κυνηγοὺς φεύγουσα καὶ ἐν ἐρημίᾳ πολὺν δρόμον ἀνύουσα ἄνδρα δρυοτόμον εὑρίσκει ἐν ταύτῃ, ὃν καθικέτευε τοῦ κρύψαι αὐτήν. Τοῦ δὲ ὑποδείξαντος αὐτῇ τὴν ἑαυτοῦ καλύϐην, εἰσελθοῦσα ἐκρύπτετο εἰς τὰς γωνίας. Τῶν δὲ κυνηγετῶν ἐλθόντων καὶ ἐρωτώντων τὸν ἄνδρα, οὗτος τῇ ◀μὲν▶ φωνῇ ἠρνεῖτο μηδὲν εἰδέναι, τῇ δὲ χειρὶ αὐτοῦ τὸν τόπον ὑπεδείκνυ. Οἱ δὲ μὴ προσσχόντες ἀπῆλθον παραχρῆμα. Ὡς οὖν εἶδεν αὐτοὺς ἡ ἀλώπηξ παρελθόντας, ἐξῆλθεν οὐ προσφωνοῦσα. Μεμφομένου δὲ αὐτὴν ἐκείνου ὡς σωθεῖσαν ◀μὲν▶ δι’ αὐτοῦ, χάριτας δὲ αὐτῷ οὐχ ὁμολογοῦσαν, ἡ ἀλωπήξ ἐπιστραφεῖσα ἔφη· « Ὦ οὗτος, ἀλλ’ ἔγωγε ᾔδειν ἄν σοι χάριτας, εἰ τοῖς λόγοις ὅμοια καὶ τὰ ἔργα τῆς χειρὸς καὶ τοὺς τρόπους εἶχες. »
Ὁ μῦθος πρὸς τοὺς χρηστὰ ◀μὲν▶ ἐπαγγελλομένους τοῖς λόγοις, ἐναντία δὲ ποιοῦντας τοῖς ἔργοις.
Chambry 34.4
Aliter — Ἀλώπηξ καὶ δρυτόμος.
Ἔφευγεν ἀλώπηξ, κυνηγὸς δὲ ἐπεδιωκεν. Ἡ δὲ δρυτόμον ἰδοῦσα ἐδυσώπει καὶ ὥρκησε κρύψαι αὐτὴν ἐν τοῖς κλάδοις καὶ μὴ προδῶσαι τῷ κυνηγῷ. Ὁ δὲ συνέθετο· ἡ δὲ ἐκρύϐη. Ἐλθὼν δὲ ὁ κυνηγὸς ἠρώτα τὸν δρυτόμον μὴ ἀλώπηξ ὧδε εἰσῆλθεν. Ὁ δὲ· « Οὐκ εἶδον », εἶπεν, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπέδειξεν. Ὁ δὲ τῷ λόγῳ πιστεύσας, τῷ δὲ δακτύλῳ μὴ προσσχών, παρῆλθεν. Ἡ δὲ ἀλώπηξ γελῶσα ἐξῆλθεν. Εἶπεν δὲ αὐτῇ ὁ δρυτόμος· « Ἔχε μοι τὴν χάριν ὅτι ἔσωσά σε. » Ἡ δὲ εἶπεν· « Ἠκροασάμην πάντα· ἵνα δὲ ἐκφύγῃς τὸν ὅρκον, τῇ φωνῇ με ἔσωσας, τῷ δακτύλῳ δὲ ἀπεκτείνας. »
Ὅτι οἱ τῶν κολάκων λόγοι πιθανοὶ μέν εἰσι, οἱ δὲ τρόποι σκολιοὶ καὶ δόλου πλήρεις.
Chambry 34.5
Aliter — Autre version
Ἀλώπηξ κυνηγοὺς φεύγουσα εἰς δρυμῶνα κατήντησε. Δρυτόμον δὲ ἰδοῦσα παρεκάλει τοῦτον ὁρκίζουσα μὴ προδώσειν τοῖς κυνηγοῖς. Ὁ δὲ συνέθετο τοῦτο ποιῆσαι. Τῶν δὲ κυνηγῶν ἐλθόντων καὶ τοῦτον διερωτώντων περὶ τῆς ἀλώπεκος, τῷ ◀μὲν▶ στόματι μὴ ἰδεῖν ταύτην ἔλεγε, τῷ δὲ δακτύλῳ τὸν τόπον ὑπεδείκνυ ἔνθα ἐκρύπτετο. Τῶν δὲ μὴ συνιέντων, ἡ ἀλώπηξ μετὰ ταῦτα ἐξῆλθεν ἐκφυγοῦσα τὸν κίνδυνον. Ὁ δὲ δρυτόμος εἶπε πρὸς ταύτην· « Ἄπελθε τὸ ζῆν παρ’ ἐμοῦ ἔχουσα. » Ἡ δ’ ἀλώπηξ ἔφη· « Οὐκ ἔχω σοι χάριν· τῷ ◀μὲν στόματι ἔσωσας, τῷ δὲ δακτύλῳ ἀπέκτεινας. »