(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280
/ 217
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280

Chambry 15

Chambry 15.1

Αἴξ καὶ αἰγοϐοσκός — La chèvre et le chevrier.

Αἰγοϐοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ’ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. Ἡ δὲ εἶπεν· « Κἂν ἐγω σιωπήσω, πῶς κρύψω ; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον. »

Ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.

Codd. Ba 4 Bb 3.

Un chevrier rappelait ses chèvres à l’étable. L’une d’ elles s’étant attardée à quelque friande pâture, le chevrier lui lança une pierre, et visa si juste qu’il lui cassa une corne. Alors il se mit à supplier la chèvre de ne pas le dire au maître. La chèvre répondit : « Quand bien même je garderais le silence, comment pourrais-je le cacher ? Il est visible à tous les yeux que ma corne est cassée. »

Quand la faute est évidente, il est impossible de la dissimuler.

Chambry 15.2

Aliter — Αἲξ καὶ αἰπόλος.

Αἰπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. Ἡ δὲ ἔφησε· « Κἂν ἐγὼ σιωπήσω, τὸ κέρας κεκράξεται. »

Τῆς αἰτίας προδήλου οὔσης, ἀδύνατον ταύτην ἐπικαλύψαι.

Cod. Bc 4.

Chambry 15.3

Aliter — Ποιμὴν καὶ αἴξ.

Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο
τοῦ προσϐαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν.
Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη
ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.
Εὐθὺς δ’ ποιμὴν ἐπ’ αὐτὴν ῥάϐδον ῥίψας
τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον.
Ὡς οὖν κάτιδεν ποιμὴν κεκομμένον,
καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι,
μηδ’ ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.
Ἡ δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα·
« Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ;
τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης,
πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. »

Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.

Cod. Mb 191.