(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280
/ 80
(1300) Fables anonymes grecques attribuées à Ésope (Ier-XIVe s.) « Chambry 15 » pp. 280-280

Chambry 15

Chambry 15.1

Αἴξ καὶ αἰγοϐοσκός — La chèvre et le chevrier.

Αἰγοϐοσκὸς τὰς αἶγας ἀνεκαλεῖτο πρὸς τὴν μάνδραν. Μία δὲ ἐξ αὐτῶν ὑπελείφθη, ἡδύ τι βοσκομένη. Ῥίψας δ’ ὁ ποιμὴν πέτραν τὸ κέρας αὐτῆς κατέαξεν εὐστοχήσας. Ἐδυσώπει δὲ τὴν αἶγα μὴ εἰπεῖν τοῦτο τῷ δεσπότῃ. δὲ εἶπεν· « Κἂν ἐγω σιωπήσω, πῶς κρύψω ; πρόδηλον γάρ ἐστι πᾶσι τὸ κέρας μου κεκλασμένον. »

Ὅτι, τῆς αἰτίας προδήλου οὔσης, οὐ δυνατὸν ταύτην καλύψαι.

Codd. Ba 4 Bb 3.

Un chevrier rappelait ses chèvres à l’étable. L’une d’ elles s’étant attardée à quelque friande pâture, le chevrier lui lança une pierre, et visa si juste qu’il lui cassa une corne. Alors il se mit à supplier la chèvre de ne pas le dire au maître. La chèvre répondit : « Quand bien même je garderais le silence, comment pourrais-je le cacher ? Il est visible à tous les yeux que ma corne est cassée. »

Quand la faute est évidente, il est impossible de la dissimuler.

Chambry 15.2

Aliter — Αἲξ καὶ αἰπόλος.

Αἰπόλος αἶγας πρὸς μάνδραν ἐνεκαλεῖτο. Μιᾶς δὲ ἐξ αὐτῶν ἐν πόᾳ τινὶ δροσερᾷ καταλειφθείσης, ὁ ποιμὴν κατ’ ἐκείνης λίθον ἀφῆκε, καὶ εὐστόχως βαλὼν τὸ κέρας συνέτριψεν· ὅθεν καὶ ἐδυσώπει τὴν πεπονθυῖαν ἀνέκφραστον τῷ κυρίῳ διατηρῆσαι τὸ δράμα. δὲ ἔφησε· « Κἂν ἐγὼ σιωπήσω, τὸ κέρας κεκράξεται. »

Τῆς αἰτίας προδήλου οὔσης, ἀδύνατον ταύτην ἐπικαλύψαι.

Cod. Bc 4.

Chambry 15.3

Aliter — Ποιμὴν καὶ αἴξ.

Ποιμὴν δέ ποτε αἶγας προσεκαλεῖτο
τοῦ προσϐαλέσθαι ἔνδοθεν εἰς τὴν μάνδραν.
Μία δ’ ἐξ αὐτῶν ἔξωθεν κατελείφθη
ὡς νεμομένη τὰς βοτάνας τῆς χλόης.
Εὐθὺς δ’ ὁ ποιμὴν ἐπ’ αὐτὴν ῥάϐδον ῥίψας
τὸ ἓν κέρας ἔκοψε τῆς αἰγὸς ὅλον.
Ὡς οὖν κάτιδεν ὁ ποιμὴν κεκομμένον,
καθικέτευε τῷ δεσπότῃ μὴ φάσθαι,
μηδ’ ὑποδεῖξαι κεκλασμένον τὸ κέρας.
δὲ πρὸς αὐτὸν ἐγέλασεν εἰποῦσα·
« Πῶς ἂν κρύψω γε τὸ φανερὸν ἐν πᾶσι ;
τῆς γὰρ καρᾶς μου μονοκέρωτος οὔσης,
πρόδηλόν ἐστι τοῖς ἐμὲ θεωροῦσι. »

Ὅτι, τῆς αἰτίας προδήλου τυγχανούσης, οὐδεὶς δύναται ταύτην κατακαλύψαι.

Cod. Mb 191.